Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.238 Dem. 18.241 (English) >>Dem. 18.244

18.239εἶτα κενὰς χαρίζει χάριτας τουτοισὶ συκοφαντῶν ἐμέ. τί γὰρ νῦν λέγεις οἷʼ ἐχρῆν πράττειν, ἀλλʼ οὐ τότʼ ὢν ἐν τῇ πόλει καὶ παρὼν ταῦτʼ ἔγραφες, εἴπερ ἐνεδέχετο παρὰ τοὺς παρόντας καιρούς, ἐν οἷς οὐχ ὅσʼ ἐβουλόμεθα, ἀλλʼ ὅσα δοίη τὰ πράγματʼ ἔδει δέχεσθαι· γὰρ ἀντωνούμενος καὶ ταχὺ τοὺς παρʼ ἡμῶν ἀπελαυνομένους προσδεξόμενος καὶ χρήματα προσθήσων ὑπῆρχεν ἕτοιμος.

18.240ἀλλʼ εἰ νῦν ἐπὶ τοῖς πεπραγμένοις κατηγορίας ἔχω, τί ἂν οἴεσθε, εἰ τότʼ ἐμοῦ περὶ τούτων ἀκριβολογουμένου, ἀπῆλθον αἱ πόλεις καὶ προσέθεντο Φιλίππῳ, καὶ ἅμʼ Εὐβοίας καὶ Θηβῶν καὶ Βυζαντίου κύριος κατέστη, τί ποιεῖν ἂν τί λέγειν τοὺς ἀσεβεῖς ἀνθρώπους τουτουσί; 18.241οὐχ ὡς ἐξεδόθησαν; οὐχ ὡς ἀπηλάθησαν βουλόμενοι μεθʼ ὑμῶν εἶναι; εἶτατοῦ μὲν Ἑλλησπόντου διὰ Βυζαντίων ἐγκρατὴς καθέστηκε, καὶ τῆς σιτοπομπίας τῆς τῶν Ἑλλήνων κύριος, πόλεμος δʼ ὅμορος καὶ βαρὺς εἰς τὴν Ἀττικὴν διὰ Θηβαίων κεκόμισται, ἄπλους δʼ θάλαττα ὑπὸ τῶν ἐκ τῆς Εὐβοίας ὁρμωμένων λῃστῶν γέγονεν·” οὐκ ἂν ταῦτʼ ἔλεγον καὶ πολλά γε πρὸς τούτοις ἕτερα; 18.242πονηρόν, ἄνδρες Ἀθηναῖοι, πονηρὸν συκοφάντης ἀεὶ καὶ πανταχόθεν βάσκανον καὶ φιλαίτιον· τοῦτο δὲ καὶ φύσει κίναδος τἀνθρώπιόν ἐστιν, οὐδὲν ἐξ ἀρχῆς ὑγιὲς πεποιηκὸς οὐδʼ ἐλεύθερον, αὐτοτραγικὸς πίθηκος, ἀρουραῖος Οἰνόμαος, παράσημος ῥήτωρ. τί γὰρ σὴ δεινότης εἰς ὄνησιν ἥκει τῇ πατρίδι;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.238 Dem. 18.241 (English) >>Dem. 18.244

Powered by PhiloLogic